Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.9 Joseph. AJ 10.14 (English) >>Joseph. AJ 10.18

10.12πέμψας δὲ καὶ τῶν φίλων τινὰς καὶ τῶν ἱερέων πρὸς Ἡσαΐαν τὸν προφήτην ἠξίου δεηθῆναι τοῦ θεοῦ καὶ ποιησάμενον θυσίας ὑπὲρ τῆς κοινῆς σωτηρίας παρακαλεῖν αὐτὸν νεμεσῆσαι μὲν ταῖς τῶν πολεμίων ἐλπίσιν, ἐλεῆσαι δὲ τὸν αὐτοῦ λαόν. 10.13 δὲ προφήτης ταῦτα ποιήσας χρηματίσαντος αὐτῷ τοῦ θεοῦ παρεθάρρυνεν αὐτόν τε τὸν βασιλέα καὶ τοὺς περὶ αὐτὸν φίλους προλέγων ἀμαχητὶ τοὺς πολεμίους ἡττηθέντας ἀναχωρήσειν αἰσχρῶς καὶ οὐχὶ μεθʼ οἵου νῦν εἰσι θράσους· 10.14τὸν γὰρ θεὸν προνοεῖν ὅπως διαφθαρῶσι· καὶ αὐτὸν δὲ τὸν βασιλέα τῶν Ἀσσυρίων Σεναχείριμον διαμαρτόντα τῶν ἐπὶ τὴν Αἴγυπτον πραγμάτων καὶ ἐπανερχόμενον εἰς τὴν οἰκείαν ἀπολεῖσθαι σιδήρῳ προύλεγεν. 10.15

Ἔτυχε δʼ ὑπὸ τὸν αὐτὸν καιρὸν καὶ γεγραφὼς τῷ Ἐζεκίᾳ Ἀσσύριος ἐπιστολάς, ἐν αἷς ἀνόητον μὲν αὐτὸν ἔλεγεν ὑπολαμβάνοντα τὴν ὑπʼ αὐτῷ διαφεύξεσθαι δουλείαν ἔθνη πολλὰ καὶ μεγάλα κεχειρωμένῳ, ἠπείλει δὲ πανωλεθρίᾳ διαφθερεῖν αὐτὸν παραλαβών, εἰ μὴ τὰς πύλας ἀνοίξας ἑκὼν αὐτοῦ δέξεται τὴν στρατιὰν εἰς τὰ Ἱεροσόλυμα. 10.16ταῦτʼ ἀναγνοὺς καταφρονεῖ διὰ τὴν ἀπὸ τοῦ θεοῦ πεποίθησιν, τὰς δʼ ἐπιστολὰς πτύξας εἰς τὸν ναὸν ἔσω κατέθετο. πάλιν δὲ τῷ θεῷ τὰς εὐχὰς αὐτοῦ ποιησαμένου περὶ τῆς πόλεως καὶ τῆς ἁπάντων σωτηρίας Ἡσαΐας προφήτης ἐπήκοον αὐτὸν ἔφασκε γεγονέναι καὶ κατὰ τὸν παρόντα καιρὸν μὴ πολιορκηθήσεσθαι ὑπὸ τοῦ Σύρου, μέλλοντι πάντων ἀδεεῖς τῶν ὑπʼ αὐτοῦ γενομένων γεωργήσειν μετʼ εἰρήνης καὶ τῶν ἰδίων ἐπιμελήσεσθαι κτημάτων οὐδὲν φοβουμένους.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.9 Joseph. AJ 10.14 (English) >>Joseph. AJ 10.18

Powered by PhiloLogic